Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.230 Joseph. AJ 6.234 (English) >>Joseph. AJ 6.237

6.232σὺ μόνον μνημόνευε τούτων, κἂν ἀποθανεῖν μοι γένηται τὰ τέκνα μου σῶζε, καὶ τὴν ὑπὲρ τῶν παρόντων μοι ἀμοιβὴν εἰς ἐκεῖνα κατάθου.” ταῦτʼ ἐπομόσας ἀπολύει τὸν Δαυίδην εἴς τινα τόπον ἀπελθεῖν τοῦ πεδίου φράσας, ἐν γυμναζόμενος διατελεῖ· γνοὺς γὰρ τὰ παρὰ τοῦ πατρὸς ἥξειν πρὸς αὐτὸν ἔφησεν ἐκεῖ μόνον ἐπαγόμενος παῖδα. 6.233καὶ τρία ἀκόντια δὲ βαλὼν ἐπὶ τὸν σκοπὸν κομίσαι τῷ παιδὶ προστάσσω τὰ ἀκόντια· κεῖσθαι γὰρ ἔμπροσθεν αὐτοῦ. “καὶ ἂν ταῦτα, φησίν, ἀκούσῃς γίνωσκε μηδὲν εἶναι φαῦλον παρὰ τοῦ πατρός· ἂν δὲ τὰ ἐναντία τούτων ἀκούσῃς μου λέγοντος, καὶ τὰ ἐναντία παρὰ τοῦ βασιλέως προσδόκα. 6.234τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρʼ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον· ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος.” Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον. 6.235

Τῇ δʼ ἐχομένῃ, νεομηνία δʼ ἦν, ἁγνεύσας ὡς ἔθος εἶχεν βασιλεὺς ἧκεν ἐπὶ τὸ δεῖπνον, καὶ παρακαθεσθέντων αὐτῷ τοῦ μὲν παιδὸς Ἰωνάθου ἐκ δεξιῶν Ἀβενήρου δὲ τοῦ ἀρχιστρατήγου ἐκ τῶν ἑτέρων, ἰδὼν τὴν τοῦ Δαβίδου καθέδραν κενὴν ἡσύχασεν ὑπονοήσας οὐ καθαρεύσαντα αὐτὸν ἀπὸ συνουσίας ὑστερεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.230 Joseph. AJ 6.234 (English) >>Joseph. AJ 6.237

Powered by PhiloLogic